Quantcast
Channel: Αναστάσιος
Viewing all articles
Browse latest Browse all 44893

Χαίροις Ἱεραρχῶν ἡ Τριάς, τῆς Ἐκκλησίας τὰ μεγάλα προπύργια,

$
0
0

Χαίροις Ἱεραρχῶν ἡ Τριάς, 
τῆς Ἐκκλησίας τὰ μεγάλα προπύργια, 
οἱ στῦλοι τῆς εὐσεβείας, 
ὁ τῶν πιστῶν ἑδρασμός, 
τῶν αἱρετιζόντων ἡ κατάπτωσις∙ 
Χριστοῦ οἱ ποιμάναντες, 
τὸν λαὸν θείοις δόγμασι, 
καὶ ταῖς ποικίλαις, ἀρεταῖς οἱ ἐκθρέψαντες∙ 
οἱ τῆς χάριτος, διαπρύσιοι κήρυκες, 
νόμους οἱ προεκθέμενοι, 
Χριστοῦ τῷ πληρώματι∙ 
οἱ ὁδηγοὶ πρὸς τὰ ἄνω, 
τοῦ Παραδείσου αἱ εἴσοδοι∙ 
Χριστὸν καταπέμψαι, 
ταῖς ψυχαῖς ἡμῶν αἰτεῖτε, τὸ μέγα ἔλεος.

Viewing all articles
Browse latest Browse all 44893

Trending Articles